Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.114 Joseph. AJ 11.119 (English) >>Joseph. AJ 11.124

11.117ὡς δὲ τὰ ἐγκλήματα καὶ τὰς αἰτίας, ἃς κατὰ τῶν Σαμαρέων ἐπέφερον, ἔγνω παρὰ τῶν πρέσβεων βασιλεύς, δοὺς αὐτοῖς κομίζειν ἐπιστολὴν πρὸς τοὺς ἐπάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν ἀπέπεμψεν. 11.118τὰ δὲ γεγραμμένα ἦν τοιάδε· “βασιλεὺς Δαρεῖος Ταγανᾷ καὶ Σαμβᾷ τοῖς ἐπάρχοις καὶ Σαμαρειτῶν Σαδράκῃ καὶ Βουήδωνι καὶ τοῖς λοιποῖς συνδούλοις αὐτῶν τοῖς ἐν Σαμαρείᾳ. Ζοροβάβηλος καὶ Ἀνανίας καὶ Μαρδοχαῖος Ἰουδαίων πρεσβευταὶ ᾐτιῶντο ὑμᾶς ὡς ἐνοχλοῦντας αὐτοῖς πρὸς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ μὴ χορηγοῦντας προσέταξα ὑμῖν εἰς τὰς θυσίας τελεῖν αὐτοῖς ἀναλώματα. 11.119βούλομαι οὖν ὑμᾶς ἀναγνόντας τὴν ἐπιστολὴν χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου τῶν φόρων τῆς Σαμαρείας πάνθʼ ὅσα πρὸς θυσίας ἐστὶν αὐτοῖς χρήσιμα, καθὼς οἱ ἱερεῖς ἀξιοῦσιν, ἵνα μὴ διαλείπωσιν καθʼ ἡμέραν θύοντες μηδʼ ὑπὲρ ἐμοῦ καὶ Περσῶν εὐχόμενοι τῷ θεῷ.” καὶ μὲν ἐπιστολὴ ταῦτα περιεῖχεν. 11.120

Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν παῖς αὐτοῦ Ξέρξης ἐκληρονόμησεν αὐτοῦ καὶ τὴν πρὸς τὸν θεὸν εὐσέβειάν τε καὶ τιμήν· ἅπαντα γὰρ ἀκολούθως τῷ πατρὶ τὰ πρὸς τὴν θρησκείαν ἐποίησεν καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχεν φιλοτιμότατα. 11.121κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἀρχιερεὺς ἦν Ἰησοῦ παῖς Ἰωάκειμος ὄνομα. ὑπῆρχεν δὲ καὶ ἐν Βαβυλῶνι δίκαιος ἀνὴρ καὶ δόξης ἀπολαύων ἀγαθῆς παρὰ τῷ πλήθει πρῶτος ἱερεὺς τοῦ θεοῦ καλούμενος Ἔζδρας, ὃς τῶν Μωυσέως νόμων ἱκανῶς ἔμπειρος ὢν γίνεται φίλος τῷ βασιλεῖ Ξέρξῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.114 Joseph. AJ 11.119 (English) >>Joseph. AJ 11.124

Powered by PhiloLogic